Add parallel Print Page Options

27 Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ [a]ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτὸν 28 λέγοντες· Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος [b]ᾖ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 29 ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος· 30 καὶ [c]ὁ δεύτερος 31 καὶ ὁ τρίτος ἔλαβεν [d]αὐτήν, ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον· 32 ὕστερον [e]καὶ ἡ γυνὴ ἀπέθανεν. 33 [f]ἡ γυνὴ οὖν ἐν τῇ ἀναστάσει τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.

34 [g]Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ [h]γαμίσκονται, 35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε [i]γαμίζονται· 36 [j]οὐδὲ γὰρ ἀποθανεῖν ἔτι δύνανται, ἰσάγγελοι γάρ εἰσιν καὶ υἱοί [k]εἰσιν θεοῦ τῆς ἀναστάσεως υἱοὶ ὄντες. 37 ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει κύριον τὸν θεὸν Ἀβραὰμ [l]καὶ θεὸν Ἰσαὰκ [m]καὶ θεὸν Ἰακώβ· 38 θεὸς δὲ οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων, πάντες γὰρ αὐτῷ ζῶσιν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:27 ἀντιλέγοντες NIV RP ] λέγοντες WH Treg
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:28 WH Treg NIV ] ἀποθάνῃ RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:30 ὁ δεύτερος WH Treg NIV ] ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα καὶ οὑτὸς ἀπέθανεν ἄτεκνος RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:31 αὐτήν WH Treg NIV ] + ὡσαύτως RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:32 καὶ ἡ γυνὴ ἀπέθανεν WH Treg NIV ] δὲ πάντων ἀπέθανεν καὶ ἡ γυνή RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:33 ἡ γυνὴ οὖν ἐν τῇ WH NIV ] ἐν τῇ οὖν Treg RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:34 Καὶ WH Treg NIV ] + ἀποκριθεὶς RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:34 γαμίσκονται WH Treg NIV ] ἐκγαμίσκονται RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:35 γαμίζονται WH Treg NIV ] ἐκγαμίζονται RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:36 οὐδὲ WH Treg NIV ] οὔτε RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:36 εἰσιν WH Treg NIV ] + τοῦ RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:37 *καὶ WH Treg NIV ] + τὸν RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:37 *καὶ WH Treg NIV ] + τὸν RP